Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.86 Joseph. AJ 20.91 (English) >>Joseph. AJ 20.96

20.89ταῦτα τοῦ ἀγγέλου φράσαντος Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δʼ οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων, 20.90εἰ μὴ μάτην, δέσποτα κύριε, τῆς σῆς ἐγενόμην χρηστότητος, τῶν πάντων δὲ δικαίως μόνον καὶ πρῶτον ἥγημαι κύριον, ἐλθὲ σύμμαχος οὐχ ὑπὲρ ἐμοῦ μόνον ἀμυνούμενος τοὺς πολεμίους, ἀλλʼ ὅτι καὶ τῆς σῆς δυνάμεως 20.91κατατετολμήκασιν.” μὲν ταῦτʼ ἐποτνιᾶτο δακρύων καὶ ὀδυρόμενος, ἐπήκοος δὲ θεὸς ἐγίνετο, καὶ κατʼ ἐκείνην εὐθὺς τὴν νύκτα δεξάμενος Οὐολογέσης ἐπιστολάς, ἐν αἷς ἐγέγραπτο Δαῶν καὶ Σακῶν χεῖρα μεγάλην καταφρονήσασαν αὐτοῦ τῆς ἀποδημίας ἐπιστρατευσαμένην διαρπάζειν τὴν Παρθυηνῶν, ἄπρακτος ἀνέζευξεν εἰς τοὐπίσω. καὶ Ἰζάτης οὕτω κατὰ θεοῦ πρόνοιαν τὰς ἀπειλὰς τοῦ Πάρθου διαφεύγει. 20.92

Μετʼ οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον. 20.93τὴν μέντοι διαδοχὴν τῆς ἀρχῆς τὸν ἀδελφὸν Μονόβαζον ἐκέλευεν παραλαβεῖν, ἀμειβόμενος αὐτὸν ὅτι κατὰ τὴν ἀποδημίαν αὐτοῦ μετὰ τὸν τοῦ πατρὸς θάνατον πιστῶς φυλάξειεν αὐτῷ τὴν δυναστείαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.86 Joseph. AJ 20.91 (English) >>Joseph. AJ 20.96

Powered by PhiloLogic